Παρασκευή 10 Απριλίου 2015

Δοξαστικόν Αποστίχων Εσπερινού Αποκαθήλωσης


 

(«Σε τον αναβαλλόμενον το φως…» - ήχ. πλ. Α΄)
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, 
καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· 
Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, 
καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· 
ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· 
πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; 
ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; 
Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου,
 σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου