Ἦχος Α΄: Θεαρχίῳ νεύματι,
πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι.
Ἦχος πλ. Α΄: Καταλαβόντες τὸ πανάχραντον, καὶ ζωαρχικόν σου σκῆνος,
ἐξόχως ἠσπάζοντο.
Ἦχος Β΄: Αἱ δὲ ὑπέρτατοι τῶν οὐρανῶν Δυνάμεις, σὺν τῷ οἰκείῳ
Δεσπότῃ παραγενόμεναι.
Ἦχος πλ. Β΄: Τὸ θεοδόχον καὶ ἀκραιφνέστατον σῶμα προπέμπουσι,
τῷ δέει κρατούμεναι, ὑπερκοσμίως δὲ προῴχοντο, καὶ ἀοράτως ἐβόων, ταῖς ἀνωτέραις
ταξιαρχίαις· ἰδοὺ ἡ παντάνασσα θεόπαις παραγέγονεν.
Ἦχος Γ΄: Ἄρατε πύλας, καὶ ταύτην ὑπερκοσμίως ὑποδέξασθε,
τὴν τοῦ ἀενάου φωτὸς Μητέρα.
Ἦχος
Βαρὺς: Διὰ ταύτης γὰρ
ἡ παγγενὴς τῶν βροτῶν σωτηρία γέγονεν, ᾗ ἀτενίζειν οὐκ ἰσχύομεν,
καὶ ταύτῃ ἄξιον
γέρας ἀπονέμειν ἀδύνατον.
Ἦχος Δ΄: Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν.
Ἦχος πλ. Δ΄: Διὸ ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ, καὶ
τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης προσβολῆς ἐναντίας
τὴν νεολαίαν σου·
τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος Α΄: Εἰς τοὺς αἰῶνας,
ἀγλαοφανῶς μακαρίζοντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου