Δευτέρα 11 Μαΐου 2015

Ε΄ & Στ΄ Εωθινά Δοξαστικά


Ε΄ Εωθινόν Δοξαστικόν   (Ήχος πλ. Α΄)

Ὢ τῶν σοφῶν σου κριμάτων Χριστέ! πῶς Πέτρῳ μὲν τοῖς ὀθονίοις μόνοις, 
ἔδωκας ἐννοῆσαί σου τὴν Ἀνάστασιν, 
Λουκᾷ δὲ καὶ Κλεόπᾳ, συμπορευόμενος ὡμίλεις, καὶ ὁμιλῶν, οὐκ εὐθέως σεαυτὸν φανεροῖς; 
Διὸ καὶ ὀνειδίζῃ, ὡς μόνος παροικῶν ἐν Ἱερουσαλήμ, καὶ μὴ μετέχων τῶν, ἐν τέλει βουλευμάτων αὐτῆς. 
Ἀλλ' ὁ πάντα πρός τὸ τοῦ πλάσματος συμφέρον οἰκονομῶν, καὶ τὰς περὶ σοῦ προφητείας ἀνέπτυξας, 
καὶ ἐν τῷ εὐλογεῖν τὸν ἄρτον, ἐγνώσθης αὐτοῖς, 
ὧν καὶ πρὸ τούτου αἱ καρδίαι, πρὸς γνῶσίν σου ἀνεφλέγοντο, 
οἳ καὶ τοῖς Μαθηταῖς συνηθροισμένοις, ἤδη τρανῶς ἐκήρυττόν σου τὴν Ἀνάστασιν, δι' ἧς ἐλέησον ἡμᾶς.

 Στ΄ Εωθινόν Δοξαστικόν   (Ήχος πλ. Β΄)

Ἡ ὄντως εἰρήνη σὺ Χριστέ, πρὸς ἀνθρώπους Θεοῦ, εἰρήνην τὴν σὴν διδούς, μετὰ τὴν Ἔγερσιν Μαθηταῖς, 
ἐμφόβους ἔδειξας αὐτούς, δόξαντας πνεῦμα ὁρᾷν, 
ἀλλὰ κατέστειλας τὸν τάραχον αὐτῶν τῆς ψυχῆς, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας σου· 
πλὴν ἀπιστούντων ἔτι, τὴ τῆς τροφῆς μεταλήψει, καὶ διδαχῶν ἀναμνήσει, 
διήνοιξας αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφάς· 
οἷς καὶ τὴν Πατρικὴν ἐπαγγελίαν καθυποσχόμενος, καὶ εὐλογήσας αὐτούς, διέστης πρὸς οὐρανόν. 
Διὸ σὺν αὐτοῖς προσκυνοῦμέν σε, Κύριε δόξα σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου