Πέμπτη 7 Μαΐου 2015

Α΄ & Β΄ Εωθινά Δοξαστικά


Α΄ Εωθινόν Δοξαστικόν (Ήχος Α΄)

Εἰς τὸ ὄρος τοῖς Μαθηταῖς ἐπειγομένοις, διὰ τὴν χαμόθεν ἔπαρσιν, ἐπέστη ὁ Κύριος, 
καὶ προσκυνήσαντες αὐτὸν καὶ τὴν δοθεῖσαν ἐξουσίαν, 
πανταχοῦ διδαχθέντες, εἰς τὴν ὑπ' οὐρανὸν ἐξαπεστέλλοντο, 
κηρῦξαι τὴν ἐκ νεκρῶν Ἀνάστασιν , καὶ τὴν εἰς Οὐρανοὺς ἀποκατάστασιν· 
οἷς καὶ συνδιαιωνίζειν, ὁ ἀψευδὴς ἐπηγγείλατο, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Β΄ Εωθινόν Δοξαστικόν (Ήχος Β΄)

Μετὰ μύρων προσελθούσαις, ταῖς περὶ τήν Μαριὰμ Γυναιξί, 
καὶ διαπορουμέναις, πῶς ἔσται αὐταῖς τυχεῖν τοῦ ἐφετοῦ, 
ὡράθη ὁ λίθος μετηρμένος, καὶ θεῖος Νεανίας, καταστέλλων τὸν θόρυβον αὐτῶν τῆς ψυχῆς. 
Ἠγέρθη γὰρ φησίν, Ἰησοῦς ὁ Κύριος· διὸ κηρύξατε τοῖς κήρυξιν αὐτοῦ Μαθηταῖς 
εις τὴν Γαλιλαίαν δραμεῖν, καὶ ὄψεσθε αὐτόν, ἀναστάντα ἐκ νεκρῶν, 
ὡς ζωοδότην καὶ Κύριον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου