Τετάρτη 13 Μαΐου 2015

Ζ΄ & Η΄ Εωθινά Δοξαστικά


Ζ΄ Εωθινόν Δοξαστικόν (Ήχος Βαρύς)

Ἰδοὺ σκοτία καὶ πρωΐ, καὶ τί πρὸς τὸ μνημεῖον Μαρία ἕστηκας, 
πολὺ σκότος ἔχουσα ταῖς φρεσίν; ὑφ' οὗ ποῦ τέθειται ζητεῖς ὁ Ἰησοῦς. 
Ἀλλ' ὅρα τοὺς συντρέχοντας Μαθητάς, πῶς τοῖς ὀθονίοις καὶ τῷ σουδαρίῳ, τὴν Ἀνάστασιν ἐτεκμήραντο, 
καὶ ἀνεμνήσθησαν τῆς περὶ τούτου Γραφῆς. Μεθ' ὧν, καὶ δι' ὧν καὶ ἡμεῖς, πιστεύσαντες, 
ἀνυμνοῦμέν σε τὸν ζωοδότην Χριστόν.
 
  Η΄ Εωθινόν Δοξαστικόν (Ήχος πλ. Δ΄)

Τὰ τῆς Μαρίας δάκρυα οὐ μάτην χεῖνται θερμῶς· 
ἰδοὺ γὰρ κατηξίωται, καὶ διδασκόντων Ἀγγέλων, καὶ τῆς ὄψεως τῆς σῆς ὦ Ἰησοῦ· 
ἀλλ' ἔτι πρόσγεια φρονεῖ, οἷα γυνὴ ἀσθενής· διὸ καὶ ἀποπέμπεται μὴ προσψαῦσαί σοι Χριστέ. 
Ἀλλ' ὅμως κήρυξ πέμπεται τοῖς σοῖς Μαθηταῖς, οἷς εὐαγγέλια ἔφησε, 
τὴν πρὸς τὸν πατρῷον κλῆρον ἄνοδον ἀπαγγέλλουσα. 
Μεθ' ἧς ἀξίωσον καὶ ἡμᾶς, τῆς ἐμφανείας σου, Δέσποτα Κύριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου